ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Παρασκευή 2 Μαρτίου 2018

Κανόνες ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ του ΑΚΑΘΙΣΤΟΥ


ΠΡΟΛΕΓΟΜΕΝΑ

Ἡ Ἀκολουθία τῆς ἑορτῆς τῆς Ἀκαθίστου, ὡς αὕτη εἶναι σήμερον γνωστὴ ἡμῖν ἐκ τοῦ Τριωδίου, περιλαμβάνει ἕνα καὶ μόνον Κανόνα, συγγραφέντα ὑπὸ τοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου, ἔχοντα δὲ ἀκροστιχίδα: 

Χαρᾶς δοχεῖον σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
Ὁ Κανὼν οὗτος δὲν ὑπῆρξεν μοναδικὸς εἰς τὴν ἑορτήν· ὁμοίως ὅτι καὶ ἄλλοι Κανόνες ἐγράφησαν καὶ ἐψάλλοντο τῷ Σαββάτῳ τῆς Ε΄ Ἑβδομάδος τῶν Νηστειῶν.
 Ὁ Σωφρόνιος Εὐστρατιάδης, ὑποδεικνύει ἐξ Ἁγιορειτικῶν κωδίκων 4, σταχυολογεῖ μάλιστα ἐξ αὐτῶν. Τούτους ἐγνώριζεν ἐξ Ἁγιορειτικῶν κωδίκων, εἶναι δὲ οἱ κάτωθι:

α) Ὁ ἐν τῷ Θεοτοκαρίῳ τοῦ Νικοδήμου φερόμενος Κανών, ὁ φέρων ἀκροστιχίδα: Ἡ Βασιλὶς τὰ σῶστρά σοι τῇ Παρθένῳ, Νικολάου τοῦ Κατασκεπηνοῦ.
β) Ὁ ἐν κώδικι τοῦ Καθολικοῦ τῆς Μεγίστης Λαύρας (27) φερόμενος Κανὼν τοῦ Ἰωαννικίου, ἔχων ἀκροστιχίδα: Πλέκω τὸν ὕμνον Μητροπαρθένῳ Κόρῃ, Ἰωαννίκιος.
γ) Ἀνώνυμος ὁμοίως Λανών, ἐν τῷ αὐτῷ Λαυριωτικῷ κώδικι ἀπὸ φ. 161, ἀρχόμενος οὕτως: Ἅπασα τάξις καὶ ἡλικία πιστῶν τῇ Μητρὶ βοήσωμεν τοῦ παντάνακτος Θεοῦ. Τὸν λαόν σου ῥῦσαι συμφορῶν καὶ τὴν νίκην κατ’ ἐχθρῶν δίδου τῇ πόλει σου.

Οἱ Κανόνες οὗτοι ἐψάλλοντο ἀντὶ τοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου ἐν ταῖς Μοναῖς τοῦ Ἁγίου Ὄρους, εἰσαχθέντες ἐκεῖ εἴτε ἐξ ἄλλων τῆς Κωνσταντινουπόλεως Μονῶν παλαιότερον ἢ συγγραφέντες ὑπὸ Ἁγιορειτῶν. Εἰς ἐξάρτημα τῆς Μεγίστης Λαύρας, ψάλλονται ἀκόμη καὶ σήμερον οἱ δύο πρῶτοι (Νικολάου καὶ Ἰωαννικίου).

Κάτωθεν, δημοσιεύονται οἱ δύο πρῶτοι Κανόνες.
Διὰ τὸν ποιητὴν τοῦ πρώτου Κανόνος Ἰωαννίκιον, ἔγραψεν ὕμνον: εἰς τὸν Ὅσιον Πατέρα ἡμῶν Ἰωαννίκιον, φέροντα ἀκροστιχίδα: Ὕμνος τοῦ ταπεινοῦ Ἰωαννικίου, καὶ ὅτι πρέπει νὰ ἔγραψε μετὰ τὸ 846, ὅτε ὁ συνώνυμός του μέγας Ὅσιος ἐκοιμήθη.

Ὁ δὲ Νικόλαος μοναχὸς τῆς Κατασκέπης, πρέπει νὰ ἔγραψε πάντως μετὰ τὴν 2/12/1110, ὅτε ὁ Ὅσιος Κύριλλος ὁ Φιλεώτης ἐν Θράκῃ, οὗ τὸν βίον συνέγραψεν, ἐκοιμήθη. Ἦτο δ’ οὗτος μοναχὸς τῆς ἐν τῷ Βοσπόρῳ Μονῆς τῆς Κατασκέπης, καὶ γνωρίζεται καὶ ἐξ ἱκανῶν ἄλλων ἔργων, οὗτοι εἶναι:
1) Ἐπιστολὴ ἱκετήριος πρὸς Εἰρήνην Δούκαιναν.
2) Πρὸς Σάββαν μοναχὸν καὶ καθηγούμενον Μονῆς Ὁσίου Δανιὴλ τὸν ἐν τῷ Ἀνάπλῳ.
3) Κανὼν κατανυκτικὸς εἰς Ἰησοῦν.
4) Στιχηρὰ Νικολάου μοναχοῦ.

Ἐδημοσιεύθησαν δ’ ἤδη ὑπὸ τοῦ Νικοδήμου εἰς τὸ Θεοτοκάριόν του (1796) οἱ ἑπόμενοι Κανόνες τοῦ αὐτοῦ Νικολάου, ὃν ἀποκαλεῖ ὁ Ὅσιος ἐν τῷ προοιμίῳ τοῦ Στεφάνου: ἡ πνευματικὴ κιννύρα καὶ ἐναρμόνιος.
Α) Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. β΄: Κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. Ἄρχεται:Βοηθὸς καὶ σκεπαστὴς καὶ λυτρωτής μου καὶ ἀντιλήπτωρ...
Β) Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. δ΄: Κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. Ἄρχεται: Θείᾳ προνοίᾳ γεγονὼς εἰς ὕπαρξιν, καὶ κατ’ εἰκόνα Θεοῦ, τὸ νοερόν, οἴμοι, τῆς ψυχῆς ἐμόλυνα.


Α’ ΚΑΝΩΝ
Οὗ ἡ ἀκροστιχίς: Πλέκω τὸν ὕμνον Μητροπαρθένῳ Κόρῃ. Ἰωαννικίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πολλάκις τὴν Πόλιν Σου, καὶ τὸν λαὸν τὸν φιλόχριστον, καὶ Ἄνακτας ἔσωσας, σκέπῃ τῇ Σῇ κραταιᾷ, ἔθνη βάρβαρα, θανάτῳ παραδοῦσα, λυττήσαντα Δέσποινα, κατὰ τῆς ποίμνης Σου.

Λαμπρῶς ἑορτάζομεν, πανηγυρίζοντες σήμερον, ἡμῶν τὰ σωτήρια, δι’ ἣν καθαίρεσιν, καὶ ἀπώλειαν, τῶν ἐπανισταμένων, ἐχθρῶν ἡ Πανάμωμος Κόρη ἐτέλεσεν.
Ἐφύμνιον Πάναγνε, μεθ’ ἱλαρότητος πρόσδεξαι, ἱκέτιδος Πόλεως, καὶ τὴν εὐτέλειαν, μὴ παρίδῃς μου, ἀεὶ δὲ ἐπηρείας, βαρβάρων περίσωζε, ὅπως δοξάζω Σε.

Καλλίστην Σε πρόμαχον, ἡ Βασιλὶς πασῶν πόλεων, ηὐτύχησε σώζεις γάρ, ἐκ περιστάσεων, καὶ κακώσεων, καὶ νόσων καὶ κινδύνων, ἐχθρῶν κακονοίας τε καὶ ἐπιθέσεως.

ᾨδήν Σοι προσάγομεν, εὐχαριστήριον χαίροντες, ἐφ’ οἷς ἠλευθέρωσας, ἐκ πολεμίας χειρός, πασῶν πόλεων, ὑπερκειμένην Πόλιν, καὶ μόνῳ τῷ κράτει Σου ὑποκειμένην Ἁγνή.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τῇ Σῇ δυναστείᾳ τροπωθέντες, οἱ Πέρσαι καὶ Σκῦθαι καὶ λοιπά, βάρβαρα ἔθνη σύμμεικτα, πανωλεθρίαν εὕραντο, αὐταῖς ναυσὶ καὶ χρήμασι, διαφθαρέντες Πανύμνητε.

Ὁ πάλαι ποντώσας Παντοκράτωρ, τριστάτας τυράννου Φαραώ, λαὸν Ἰσραηλίτην δέ, διαβιβάσας ἄβροχον, Αὐτὸς καὶ νῦν ἐβύθισε, τῶν δυσμενῶν τὰ στρατεύματα.

Νικῶσι τὰ θαύματά Σου Κόρη, ἀστέρων ὑπέρμετρον πληθύν, καὶ ψάμμον τὴν παράλιον, δι’ ὧν οἱ Σοὶ θεράποντες, καὶ ὑμνηταὶ τοῦ Τόκου Σου, κράτος τὸ Σὸν μεγαλύνουσι.

Ὑψώθη ἡ δόξα Σου Παρθένε, ἡφάνισας γὰρ ὡσεὶ κηρόν, βαρβαρικὰ τεχνάσματα, προσκείμενα τοῖς τείχεσι, Σῆς Βυζαντίδος Πόλεως, ἐπαπειλοῦντα τὴν πόρθησιν.

Μυρίανδρος στόλος τῶν ἀθέων, τῷ τείχει προσψαύσας τολμηρῶς, τῷ ἐν Βλαχέρναις γέγονε, θαλάσσης παρανάλωμα, κύματα γὰρ ὑψώσασα, βυθοῖς ἐσχάτοις παρέπεμψεν.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νοῦν καὶ λόγον ὑπερβαίνει καὶ ῥητόρων δεινότητας, καὶ τῶν φιλοσόφων τοὺς συλλογισμοὺς Μητροπάρθενε, τῆς φοβερᾶς Σου ἰσχύος τὰ τεράστια, ὑπὲρ ὧν Σὲ λαὸς εὐφημεῖ ὁ χριστώνυμος.

Ὁπλιτῶν τε καὶ ναυμάχων πολυάριθμον στράτευμα, ὁ Σκυθῶν ἐξάρχων ἄθεος Χαγάνος ἐπήγαγε, κατὰ λαοῦ Σου καὶ κλήρου καὶ σχοινίσματα, ἀλλ’ εἰς μάτην λύκος χανὼν ἐξελήλεγκται.

Ναοῦ θείου καὶ μεγίστου τῆς ἀνάσσης τῶν πόλεων, εἷς τῶν Ἄγαρ γόνων καταφρυαττόμενος ἔφιππος, ἔν τινι πίπτει βοθύνῳ καὶ ἀπόλλυται, σὺν τῷ ἵππῳ δίκην ἀξίαν ἐπισπώμενος.

Μυριάδας ἐναντίον δύω μόνοι φιλόχριστοι, τῇ ῥοπῇ Σου Κόρη κατοχυρωθέντες ἐδίωξαν, καὶ πρὸς χιλίους εἷς πάλιν παρετάξατο, ἀνακράζοντες· Δόξα Χριστὲ τῇ δυνάμει Σου.

Ἡ θερμή Σου προστασία ἡ πηγὴ τοῦ ἐλέους Σου, καὶ γυναίων φύσιν κατὰ τῶν βαρβάρων ἠῤῥένωσεν, ὅθεν πλοκάς τε τὰς τούτων ἀπεκρούσατο, καὶ βουλεύσεις ἀσυνέτους πάντῃ ἀπέδειξεν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ταράχου καὶ δείματος, Ἀγαρηνοῖς παραίτιος, γέγονεν ὁ κήρυξ ἀνελθὼν γάρ, φωνῆσαι τούτους εἰς βδελυρὰν προσευχήν, πίπτει κατὰ γῆς συμποδισθείς, παίγνιον γενόμενος τοῦ ἀθέου κηρύγματος.

Ῥοαῖς ἐδυσώπει Σε δακρύων, ὁ τῆς Πόλεως ταύτης Ἱεράρχης, θεῖον Ξύλον χερσὶ κατέχων, καὶ τὴν Ἐσθῆτα τὴν Σήν, καὶ κύκλῳ τειχῶν περιπατῶν, ἅμα τῷ συστήματι, τοῦ λαοῦ Σου Θεόνυμφε.

Ὁ βάρβαρος Σάρβαρος, ὁ τῶν Περσῶν σατράπαρχος, πάσης γυμνωθεὶς τῆς ἐκ Περσίδος, ἐφεπομένης αὐτῷ δυνάμεως, μόλις σὺν ὀλίγοις διαδράς, ὤφθη τῷ προπέμψαντι, σκυθρωπότατος ἄγγελος.

Πάλαμῃ τῇ θείᾳ Σου, κυβερνωμένη Δέσποινα, Πόλις ἡ φιλόχριστος τὰ θράση, τῶν ἐναντίων ἐχθρῶν συνθλάττουσα, σήμερον ἱστᾷ Σοι ἑορτήν, πάννυχον ἀκάθιστον, τὰ Σὰ θαυμάσια μέλπουσα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀπόρως σχόντες οἱ βάρβαροι, βρωμάτων τῶν εἰς σύστασιν σώματος, λιμῷ ἀπώλοντο, ὅθεν σαρκῶν ἀνθρωπίνων τε, καὶ θνησιμαίων ζώων ἐναπεγεύοντο.

Ῥαδίαν Μῆτερ Ἀπείρανδρε, εὑρίσκει τῶν δεινῶν ἀπολύτρωσιν, ἡ πιστοτάτη Σου, Πόλις τὴν χεῖρά Σου σύμμαχον, καὶ βοηθὸν πλουτοῦσα τὴν ἀπροσμάχητον.

Θρασύτης ἄμετρος Δέσποινα, ἐκγόνων τῶν τῆς Ἄγαρ συστέλλεται, ὡς γὰρ ἐδίδρασκον, ἡμῶν τὰς χεῖρας τῶν δούλων Σου, ἐν τῷ πελάγει ἄρδην κατεποντίσθησαν.

Εὐφραίνου Πόλις καὶ χόρευε, αὐχοῦσα τὴν Παρθένον ἀσφάλειαν, καὶ ἀκαθαίρετον, πύργον καὶ τεῖχος ἀπόρθητον, καὶ βασιλέων κράτος καὶ δόξης στέφανον.

Νεκρῶν σωμάτων ἐπλήσθησαν, ἀκταὶ καὶ τῶν λιμένων αἱ πρόβολοι, καὶ νῆσοι σύμπασαι, Ἀγαρηνοὶ ἐκφεύγοντες, ἐν τῷ Αἰγαίῳ κόλπῳ ἅπαντες ὤλοντο.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὢ τοῦ θαύματος τὴν χάλαζαν ἡ θάλασσα ἀνῆψε δίκην πυρός, ὅθεν ὁλκάδες ἐχθρῶν, τῆς πίσσης γυμνούμεναι κατεβυθίζοντο, πᾶσαι αὔτανδροι, τῆς κραταιᾶς πρεσβείαις Σου, καινουργούσης ταῦτα Κόρη.

Κατανύξει καὶ ἀγάπῃ καὶ πραότητι καὶ προσευχῇ καθαρᾷ, καὶ οἴκτῳ πρὸς πένητας ἀνταμειβόμεθα, θείας χάριτος, τῆς Θεοτόκου μέλποντες, τὴν θερμὴν αὐτῆς πρεσβείαν.

Οὐ κατήσχυνεν ἡ πάντων προστατεύουσα δούλων δεήσεις πιστῶν, ἀλλὰ βλασφήμων ἐχθρῶν, ὀφρὺν ἐταπείνωσε καὶ θράσος ἔθραυσε, καὶ κατέβαλεν, ὑπερηφάνων φρύαγμα, καὶ δεινὴν ἀλαζονείαν.

Ῥάβδον ἔχοντες δυνάμεως οἱ δοῦλοί Σου τὴν θείαν σκέπην Σου, τὰς προσβολὰς τῶν ἐχθρῶν, μακρὰν ἀπελαύνομεν πίστει καὶ ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἡ ἐλπὶς ἡ προστασία ἡ ἀντίληψις τὸ καταφύγιον, τῶν Σῶν πιστῶν οἰκετῶν, ἡ δόξα τὸ καύχημα τὸ ἀγαλλίαμα, τὸ κραταίωμα, τῶν Ὀρθοδόξων Δέσποινα, Σὺ ὑπάρχεις Βασιλέων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἵλεων τὸ ὄμμα τοῦ Υἱοῦ Σου, ἀπέργασαι ἤδη Κόρη Μητροπάρθενε, ὅπως τοὺς τιμῶντάς Σου, καὶ πανηγυρίζοντας, τὴν τῶν θαυμάτων ἄβυσσον, ὡς ἀνεξάντλητον, λυτροῦται, καὶ ἐλαύνῃ βαρβάρους, πόῤῥωθεν Ῥωμαίων κληρουχίας.

Ὤφθης οὐρανῶν ὑψηλοτέρα, τῶν ἄνω τιμιωτέρα τε Δυνάμεων, μόνη γὰρ ἐχώρησας, πᾶσι τὸν Ἀχώρητον, ἐν καθαρᾷ νηδύϊ Σου καὶ ἀπεκύησας, εἰς πάντων, τῶν πιστῶν σωτηρίαν, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἄβυσσος ὑπάρχουσα τεράτων, ἀβύσσῳ τῆς ἀπωλείας παραδέδωκας, ἔθνη μιξοβάρβαρα, καταφρυαττόμενα, τῶν Ὀρθοδόξων δούλων Σου καὶ ἐγκαυχώμενα, τῷ θράσει, τῆς αὐτῶν ἀσεβείας, καὶ μὴ προσκυνοῦντα, τοῦ Σοῦ Υἱοῦ τὸ κράτος.

Νέκρωσον ψυχῶν ἡμῶν τὰ πάθη, Παρθένε καὶ τὰ συντρίμματα θεράπευσον, πάντων ἡ βαστάσασα, νόσους τὸν βαστάζοντα, καὶ ἁμαρτίας ἄραντα καὶ θανατώσαντα, τῷ πάθει, τῷ τιμίῳ τὸν ὄφιν, οὗ τῇ συμβουλίᾳ ὑπήχθημεν θανάτῳ.

Νάουσι ποτάμια ὡς ῥεῖθρα, αἱ χάριτες τῶν ἀφθόνων θαυμασίων Σου, νόσοι φυγαδεύονται, δαίμονες ἐλαύνονται, καὶ τῶν πιστῶν συστήματα καταφωτίζονται, καὶ λύσιν, τῶν θλιβόντων εὑρίσκει, ὅθεν ἀνυμνεῖ Σε, παννύχοις μελωδίαις.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴδε τοῦ πιστοῦ, λαοῦ Σου ἐγκάρδιον πόθον Πανάμωμε, ἴδε τὴν ἀνόθευτον εὐγνωμοσύνην καὶ τὴν ἀκάθιστον, δοξολογίαν Ἄχραντε, καὶ τὴν πεποίθησιν, καὶ πταισμάτων δίδου τὴν συγχώρησιν, πρὸς Θεὸν μητρικαῖς Σου ἐντεύξεσιν.

Κήρυκες ἡμεῖς, θαυμάτων γινόμεθα Σῶν διαπρύσιοι, καὶ πανηγυρίζοντες, ὑμνολογοῦμεν τὰ μεγαλεῖά Σου, καὶ τὰς ἀπείρους χάριτας ἐκδιηγούμεθα, και βοῶμεν· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἵλαθι καὶ νῦν, φιλάγαθε Δέσποινα τῇ κληρουχίᾳ Σου, καὶ τὸ χριστεπώνυμον πλήρωμα φρούρει, καὶ καθυπόταξον τούτου ποσὶ πολέμια, ἔθνη καὶ βάρβαρα, Σὲ γὰρ μόνην, σύμμαχον ἀπρόσμαχον, ἐν ταῖς μάχαις ἀεὶ ἐπιστάμεθα.

Ὄρος Σε Ἁγνή, καὶ βάτον παστάδα τε κατονομάζομεν, πλάκα κλίνην γέφυραν, ῥάβδον ἁγίαν καὶ θείαν τράπεζαν, καὶ κιβωτὸν καὶ κλίμακα, τέμενος θάλαμον στάμνον πόκον, θρόνον τε πυρίμορφον, καὶ Μητέρα Θεοῦ ἀειπάρθενον.

Β΄ ΚΑΝΩΝ
Οὗ ἡ ἀκροστιχίς: Ἡ βασιλὶς τὰ σῶστρά Σοι τῇ Παρθένῳ· ἐν δὲ τοῖς τελευταίοις τῶν ᾠδῶν: Νικολάου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
ᾙρέτισας Ἄχραντε λαὸν καὶ Πόλιν βασίλειον, οἰκεῖν ὡς Βασίλισσα καὶ βασιλεύειν αὐτῆς, ἣν ἁλώσεως, βαρβάρων ἀνωτέραν, φυλάττοις γεραίρουσαν, τὰ μεγαλεῖά Σου.

Βαβαὶ τῶν ἀπείρων Σου, περὶ τὸν κλῆρόν Σου Πάναγνε, θαυμάτων πῶς ἄτρωτον, ἀκαταπόντιστον, διετήρησας αὐτόν, ὡς ἐν πελάγει βαρβάρων κυκλούμενον ταῖς ἀντιπνεύσεσιν.

ᾈδέτω Σοι Δέσποινα, Δαβίδ ὁ θεῖος Προπάτωρ Σου, φωνὴν τὴν χαρμόσυνον, Θύγατερ ἄκουσον, ἐπικλίνασα, τὸ οὖς ἐπὶ λαόν Σου, ἐτήσιον ᾄδοντά Σοι χαριστήριον.

Συνέσεισας Δέσποινα, καὶ συνετάραξας θάλασσαν, καὶ ἄρδην ἐπόντισας, στόλον μισόχριστον, Σκύθην ὄλεθρον, καθάπερ τοὺς τῆς Ἄγαρ λαός σου σεσωσμένος δέ, ᾄδει τὰ θαύματα.

Νομὴν πολυχρόνιον, κατατρεχόντων Σῆς Πόλεως, Παρθένε ἀνέστειλας, τῶν ἐκ τῆς Ἄγαρ δεινῶς, ἐπιτρίψασα, τὸ στράτευμα τὸ τούτων, καὶ τέλος βυθίσασα, οἴκαδε φεύγοντας.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰδοὺ τῶν ἐθνῶν ἐν πονηρίᾳ, τὰ ὕδατα ἤχησαν Ἁγνή, τῇ Πόλει Σου τὸν ὄλεθρον, αὐτῶν ἐν κραταιότητι, ἀλλ’ ἐμφανῶς τῇ ῥώμῃ Σου, παρὰ τὸν ᾍδην διεσπάρησαν.

Λαὸν περιούσιον, Παρθένε καὶ ἅγιον, ἔθνος Σοι σαφῶς, καὶ θεῖον ἱεράτευμα, βασίλειον ἐξαίρετον, τὴν βασιλίδα δέδωκεν, ὁ Σὸς Υἱὸς εἰς περιποίησιν.

Ἰσόῤῥοπον κίνησιν, οἱ Πέρσαι τοῖς Σκύθαις ἐνθέμενοι, τῇ σφῶν καρδίᾳ δίκην λαίλαπος καὶ καταιγίδος Ἄχραντε, τῇ Σῇ πόλει προσέῤῥηξαν, ἀλλ’ ὡσεὶ χοῦν αὐτοὺς ἐλίκμησας.

Ἰάθη τὸ σύντριμμα, Παρθένε τῆς Σῆς θυγατρός, ὡς συντριβὴν ἀλάστωρ ὁ καὶ βλάσφημος, ὀξέως καθυπέμεινεν, ἵππον γὰρ καταβέβληκας, καὶ ἀναβάτην ἐνδικώτατα.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Σήμερον παράδοξα εἶδεν Ἁγνή, Πόλις ἡ ἐξάρχουσα πόλεων, Σοῦ τῆς Παρθένου στρατηγούσης κατ’ ἐχθρῶν, παρ’ ἑκατέραν ἤπειρον, πάχος ὡσεὶ γῆς διεῤῥάγησαν.

Τί Σοὶ ἀνταπόδομα Μῆτερ Θεοῦ, νῦν ἀνταποδοίημεν ἄξιον, ἀχρεῖοι δοῦλοι, ἀντὶ πάντων ὧν εἰς ἡμᾶς Ἁγνὴ προευεργέτησας, ὅθεν ἐκ ψυχῆς Σε γεραίρομεν.

Ἄγαρ οἱ ἀπόγονοι οἷς συστοιχεῖ πόλις ἡ δουλεούουσα Δέσποινα, λήξει τῇ κάτω προβάλλοντες ὡς σκηπτὸς τῇ ἐλευθέρᾳ Πόλει Σου, λίθος οἷα πόντῳ κατέδυσαν.

Σύμβολα Πανάμωμε, τῆς Σῆς μορφῆς ἐν εἰκονικοῖς ἐκτυπώμασιν ὁ Ἱεράρχης, καὶ ἡ σύμπασα πληθὺς ἱκετικῶς κατέχοντες, νίκην κατ’ ἐχθρῶν ἀνεστήσαντο.

Κόσμου Σε Βασίλισσα, ἡ Βασιλὶς πόλεων πασῶν βασιλεύουσαν, καίπερ εἰδυῖα ὅμως Δέσποιναν, αὐτῆς ἐξόχως Σε πλουτήσασα, μένει πολεμίοις ἀνάλωτος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὡράθη τὸ λόγιον αἰσίως περατούμενον, εἷς γὰρ κατεδίωξε χιλίους, καὶ δύο αὖθις μετεκινήσαντο ὅλας μυριάδας εἰς φυγήν, δύναμιν φραξάμενοι τῆς Παρθένου τὴν ἄμαχον.
Συνέκοψεν Ἄγγελος, ὡς ἐν ἐκστάσει πρότερον, τοῦ Σεναχειρὶμ τὰς μυριάδας, φρυαξαμένου κατὰ τοῦ ζῶντος Θεοῦ, νῦν δὲ τὰς ἀπείρους τῶν ἐθνῶν, ὑφ’ ἓν ἐθανάτωσε μυριάδας ἡ Δέσποινα.

Τηκόμενοι πάθεσι τοῖς ἀνηκέστοις, βάρβαροι πάντες ἐπιθέμενοι τῷ κλήρῳ τῷ Σῷ Παρθένε, λιμῷ καὶ βρώσει πτηνῶν καὶ ἐκδειματούμενοι φρικτῶς, ἔμαθον οἷς ἔπαθον, ὡς εἰς Σὲ κατεφρόνησαν.

Ὁ Ὕψιστος ὅτε δεῖ τὰ ἔθνη διεμέριζεν, ὡς ἐπιτροπεύοιντο Ἀγγέλοις, αἵματι θείῳ οὓς ἐξηγόρασε, σχοίνισμα μερίδος τῇ Μητρὶ Πόλιν ὑπεξείλετο, ἣν φυλάττοις ἀπόρθητον.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ῥομφαίαν ὅπλον καὶ πόλεμον, ἐχθρῶν ἐπεμβαινόντων Θεόνυμφε, τῇ κληρουχίᾳ σου κενὰ καὶ ἄπρακτα ἤλεγξας, ὡς πολιοῦχος ταύτην ὑπερασπίσασα.
Ἀδίκως ἐπιστρατεύσασα Περσίς, τῇ Βασιλίδι τῶν πόλεων, δουλεύειν ἔνδικον κατεδικάσθη τῷ Ἄνακτι, ὑπερμαχούσης τούτῳ τῆς Θεομήτορος.

Σωροὺς ἐξέβρασε θάλασσα, καθάπερ Αἰγυπτίους τὸ πρότερον, Ἀγαρηνῶν τοὺς νεκρούς, οὓς θεηλάτως ἐβύθισεν, ἐπιθεμένους κλήρῳ τῆς Θεομήτορος.

Ὁ Σοὶ τὴν Πόλιν δειμάμενος, ἀνάκτορον Παρθένε περίπτυστον, Ἄναξ ἀγάλλεται, ταύτην ἀμφέπουσαν βλέπων Σε, καὶ τὸν ψιλῶς καλοῦντα ἐχθρὸν συνέτριψας.

Λαὸς καὶ Πόλις φιλόχριστος, ῥυσθέντες φοβερᾶς καταπόσεως, ὑπερμαχούσης Σου, νῦν χαριστήριον πάννυχον, ἐν ἀκαθίστῳ τελεῖ δοξάζων Σε.


ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἱκετήριόν Σοι δέησιν προσάγομεν οἱ σεσωσμένοι φρικτῆς αἰχμαλωσίας Ἁγνή, ῥυσθῆναι δεόμενοι καὶ ἀοράτων ἐχθρῶν, ὧν ὁ πόλεμος, οὐκ ἐν σαρκὶ καὶ αἵματι, τῷ νοΐ δὲ ἀντιπίπτει.

Τόξα πάντα συνετρίβη καὶ ἠσθένησε τῶν δυνατῶν ἐν αὐτοῖς, οἱ ἀσθενεῖς δὲ σαφῶς ἰσχύν τε καὶ δύναμιν περιεζώσαντο, ὡς τὴν ἄμαχον πεπλουτηκότες δύναμιν, πεποιθήσει Σου Παρθένε.

Ἡ παλίμφημος ἀπέσβη καὶ ἠφάνιστο γλῶσσα τοῦ κήρυκος τῆς μυσαρᾶς τελετῆς, ἐξ ὕψους γὰρ ἔῤῥιπτο πτῶμα ἐξαίσιον, μὴ κραυγάζων Σοι· εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

Ἀνοιγέσθωσαν αἱ πύλαι Σου, βασίλισσα πασῶν τῶν πόλεων, καὶ προερχέσθωσαν ἐν ἐλευθέρῳ ποδί, οἱ πρώην Σου δέσμιοι καὶ ἐγκατάκλειστοι, ὁ τοῦ πταίοντος, καὶ γὰρ ζυγὸς συντέτριπται, στρατηγούσης τῆς Παρθένου.


ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Πέρσαι τε καὶ Μῆδοι καὶ τῶν Οὔννων τὰ ἔχθιστα φῦλα συνελάλησαν· δεῦτε καὶ κατάσχωμεν κλῆρον τὸν ἀπόλεκτον, ἐν γὰρ αὐτοῖς οὐδείς ἐστιν ὁ βασιλεύων τὰ νῦν, ἠλέγχθησαν δὲ φρύαγμα μόνον, πάντας γὰρ ἐξῆρεν ὡς χλόην ἡ Παρθένος.

Ἄνασσα Σοι Πόλις Θεοτόκε, παρ’ ἧς ἡ εὐσέβεια κρατύνεται, πάννυχον ἐτήσιον ᾄδει τὸ κατόρθωμα, καὶ ἑορτάζει χαίρουσα τῆς βασιλίδος σαφῶς, τὰ ῥύσια καὶ σῶστρα Παρθένε, ἀνυμνολογοῦσα τὸν τόκον Σου τὸν ξένον.

Ῥήγνυται τὰ σκάφη τῶν ἀθέων, ἀλλήλοις ἐν συσεισμῷ καὶ καταιγίδι φρικτῇ, βίᾳ προσαράξαντα ἄλλα τε βεβύθισται, πάντα δ’ ὑφ’ ἓν ἀπόλωλε καὶ ἐξηφάνισται, θρηνεῖ δὲ καὶ ὁ φύλαρχος, βλέπων ἔργον γενομένους καὶ τοὺς λοιποὺς μαχαίρας.

Ὄλωλε τὰ ἔθνη παραδόξως, Σῇ κληρονομίᾳ ἐπιθέμενα, ἔθεντο τὸ στόμα γὰρ ὕψος πρὸς οὐράνιον, καὶ τὴν αὐτῶν ὑβρίστριαν γλῶσσαν διήγαγον εἰς γῆν μεγαλαυχοῦσαν, ὥσπερ ὁ Ῥαψάκης, σὺν ᾧ καὶ διεφθάρη.

ᾨδὴ θ΄. Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ.
Θαυμαστὴ σού ἐστιν ἡ σκηνή, παλάτιον τοῦ πάντων Βασιλέως, πνεῦμα γὰρ ἐν Σοὶ ἐπισκιάσαν Θεοτόκε, φρικτὸν κατεσκίασέ σε θάλαμον, νῦν δὲ ἡ Πόλις σου αὕτη κλῆρος, ἀλλὰ σώζοις ταύτην ἐχθρῶν ἀσινῆ.
Ἐνεδρεύονται Θεοτόκε ἁγνή, ἀδίκως οἷς ἐνήδρευσαν δικαίων Πόλιν καὶ λαόν, οἱ ἐκ Περσίδος ἐπιστάντες, αὐτοῖς ἐπιστάντος τοῦ ὀλέθρου φρικτῶς καταστρατηγούσης Σου Κόρη, τούτων καὶ συστρατηγούσης τῷ πιστῷ βασιλεῖ.

Νομοθέτης τὸ πρὶν Μωϋσῆς, τυπούμενος παλάμαις σταυροτύπως, ῥύεται λαὸν Ἰσραηλίτην παλαμναίας χειρὸς Ἀμαλὴκ τοῦ πολεμήτορος, νῦν δὲ τῷ Σταυρῷ καὶ Εἰκόσι θείαις, τοὺς ἐχθροὺς ἡττῶσι χεῖρες ἀνδρῶν ἱερῶν.

Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, λυτρούμεθα ἐν Σοὶ Θεογεννῆτορ, ἄρδην κατακλύζοντος πολέμου ἐξ ὑδάτων ἐθνῶν καλυπτόντων γῆς τὸ πρόσωπον καὶ ὑπὲρ βουνῶν ὑψουμένων, Σοῦ δὲ ἀφανιζομένων τῇ θάλψει πρὸς τάχος, Ἁγνή.

Ὑπερίπταται Θεομῆτορ, τὰ Σὰ θαυμάσια τὴν δύναμιν τῶν λόγων, σθένει γὰρ Σῷ ἀμάχῳ ἐῤῥύσω ἀλλοφύλων ἐπιδρομῆς Ἁγνή, κληρουχίαν Σου, ὅθεν εὐχαρίστως βοᾷ Σοι· Σύ μου Θεοτόκε, ῥῦσις, προστάτις καὶ καταφυγή.


 Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr

Δεν υπάρχουν σχόλια: